Contra eos qui subintroductas habent virgines
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Εἰπὲ γάρ μοι, ποίαν ἂν ἔχοι πρόφασιν εὔλογον εἰπεῖν ὁ σκανδαλιζόμενος ἐπὶ τῷ ἐσθίοντι κρέα καὶ οἶνον πίνοντι; τοῦτον γὰρ ἡμῖν ὁ Θεὸς τὸν νόμον ἄνωθεν ἔθηκεν. Ἀλλ' ὅμως κἂν ἐπὶ τούτοις σκανδαλίζηταί τις, καὶ τούτων ὁ Παῦλος ἀπέχεται. «Οὐ γὰρ μὴ φάγω κρέα, φησίν, οὐδὲ μὴ πίω οἶνον, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Καὶ οὐκ εἶπε ταῦτα ἅπερ ὑμεῖς, ὅτι Ἐγὼ μέλλω τῆς ἑτέρων ἀλογίας ὑπεύθυνος εἶναι; κἂν τῷ τινι δόξῃ σκανδαλισθῆναι ἁπλῶς, ἐγὼ δίκην ἄξιος δοῦναι; Καίτοι εἰ καὶ εἶπε, δικαιότερον ἂν ὑμῶν εἶπε πολλῷ. Ὁ μὲν γὰρ ἐπ' ἐκείνοις σκανδαλιζόμενος ἀλόγιστος καὶ σφόδρα ἀνόητος· ὁ δὲ ἐπὶ τούτοις, πολλὰς ἂν σχοίη δικαίας καὶ εὐλόγους αἰτίας εἰπεῖν· ἀλλ' ὅμως καὶ δικαιότερα ὑμῶν εἰπὼν ἂν ὁ Παῦλος, εἴπερ ἤθελεν εἰπεῖν, ἀλλ' οὐκ εἶπεν, ἀλλ' εἰς ἓν μόνον εἶδε, τοῦ πλησίον τὴν σωτηρίαν. Καὶ θέα τὴν ὑπερβολήν· οὐ γὰρ εἶπεν· «Ἅπαξ, ἢ Δὶς, ἢ τόσον καὶ τόσον χρόνον», ἀλλ' «Εἰς τὸν αἰῶνα, φησίν, οὐ μὴ φάγω», εἰ σκανδαλίζοιτο ὁ ἕτερος. Καὶ ἵνα μὴ νομίσῃς μέχρι τούτων αὐτὸν ἑστάναι, καὶ ἕτερόν τι προσέθηκε τούτου πλέον· εἰπὼν γὰρ «Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον», συνῆψε κἀκεῖνο· «Μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.» Καὶ πάλιν σκόπει μοι τὴν σοφίαν τοῦ διδασκάλου· τὸν γὰρ ἀσθενοῦντα ἀφεὶς, τὸν ἰσχυρὸν διορθοῦται πρὸ ἐκείνου· οὗτος γὰρ αἴτιος τοῦ ἀσθενεῖν ἐκεῖνον, ὁ κύριος ὢν διορθῶσαι τὴν ἀρρωστίαν, καὶ μὴ ποιῶν. Καὶ τί λέγω περὶ τῶν ἀσθενῶν ἀδελφῶν; Καὶ γὰρ Ἰουδαίοις καὶ Ἕλλησι κελεύει ταύτην παρέχειν τὴν πρόνοιαν. «Ἀπρόσκοποι γὰρ, φησί, γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ.» Ὥστε ὅσῳ ἂνἰσχυρότερον εἶναι λέγῃς σαυτὸν, καὶ μηδὲν ἀπὸ τῆς ὁμοσκηνίας βλάπτεσθαι ταύτης, τοσούτῳ μᾶλλον ὑπεύθυνον σαυτὸν καθιστᾷς τοῦ διασπάσαι τὸν δεσμόν. Ὅσῳ γὰρ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν ἀσθενέστερον διαβαστάξαι. Ἂν μὲν οὖν ἀσθενὴς ᾖς, διὰ σαυτὸν ἀπόστηθι· ἂν δὲ ἰσχυρότερος, διὰ τὸν ἀσθενοῦντα. Οὐ γὰρ ἑαυτῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ τὸν ἰσχύοντα, Εἰ δὲ λέγων ἰσχύειν, τὴν ἀσθένειαν τὴν ἐκείνου περιορᾷς, διπλῆν δώσεις δίκην, ὅτι τε οὐκ ἐφείσω, καὶ ὅτι πολλὴν ἔχων τοῦ φείσασθαι δύναμιν. Ὑπεύθυνος γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλησίον σωτηρίας ἐστίν. Διὰ τοῦτο οὐχὶ τὰ ἑαυτῶν σκοπεῖν, ἀλλὰ τὰ τοῦ πλησίον ἐκελεύσθημεν. Τιμῆς γὰρ ἠγοράσθημεν· ὁ δὲ ἀγοράσας ἡμᾶς τοῦτο προσέταξεν ἐπὶ τῇ κοινῇ πάντων ἡμῶν λυσιτελείᾳ. Οὐδὲ γὰρ τοῦτο μόνον συμβαίνει τὸ κέρδος, ὅτι τὰ οἰκεῖα σῴζομεν μέλη, ἀλλ' ὅτι καὶ ἑαυτοὺς ἐν ἀσφαλείᾳ καθιστῶμεν πλείονι. Κἂν γὰρ μυριάκις φιλοσοφῇς, δι' αὐτῶν ἐλέγχῃ τῶν πραγμάτων, οὐ τὴν τυχοῦσαν δεχόμενος βλάβην ἀπὸ τῆς συνοικήσεως ταύτης. Ὅταν γὰρ ἴδω σε δυσαποσπάστως ἔχοντα, καὶ μυρίων βλαπτομένων καταφρονοῦντα, καὶ πολλῶν γε ἐγκαλούντων οὐδὲ ἐπιστρεφόμενον, ἀλλὰ καὶ τὴν δόξαν ἑαυτοῦ καταπατοῦντα, καὶ τῷ κοινῷ τῆς Ἐκκλησίας προστριβόμενον κατηγορίαν πολλὴν, καὶ τὰ τῶν ἀπίστων ἀνοίγοντα στόματα, καὶ πάντας πονηρᾷ περιβάλλοντα δόξῃ, καὶ τοσαῦτα μὲν ἀπὸ τοῦ συνοικεῖν κακὰ, ἀγαθὸν δὲ μηδὲν ὑμῖν ἐγγινόμενον, ἀπὸ δὲ τοῦ χωρισμοῦ, τούτων μὲν ἁπάντων τὴν ἀναίρεσιν τῶν κακῶν, πολλῶν δὲ ἑτέρων κτῆσιν ἀγαθῶν, εἶτα οὐκ ἀνεχόμενον ἀποπηδῆσαι, πῶς δυνήσομαι πεῖσαι τοὺς ἐγκαλοῦντας, ὅτι πάσης ἀπήλλαξαι συμπαθείας, καὶ ἐπιθυμίας εἶ πονηρᾶς καθαρός; Μᾶλλον δὲ οὐδὲν ὑπὲρ τούτων φιλονεικῶ· ἀλλ' ἔστω σε εἶναι καὶ συνοικοῦντα καθαρόν· καίτοι γε ὁ μακάριος Ἰὼβ οὐκ ἐτόλμησεν ἑαυτῷ τοσαύτην μαρτυρῆσαι δύναμιν καὶ φιλοσοφίαν, ἀλλ' ὁ πᾶσαν ἐπελθὼν ἀρετὴν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου δικτύων, καὶ πρῶτος καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχὺν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ καθαρὸν, ὡς μὴ μόνον τῆς συνοικήσεως ταύτης πόρρω καὶ μακρὰν ἑαυτὸν καταστῆσαι, ἀλλὰ καὶ τῆς ὄψεως τῆς ἁπλῶς καὶ ἀπὸ συντυχίας γινομένης, καὶ νενομοθέτηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ, ἁπλῶς εἰς παρθένον μηδὲ ἰδεῖν. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐ μόνον τὸν συνοικοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρθενικὴν δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην· διὸ καὶ ἔλεγε, «Καὶ οὐ συνήσω ἐπὶ παρθένῳ.»