De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
100.1
Ἵνα γὰρ ὑμῖν μὴ ἐξῇ ἐπὶ πλέον ἀπατᾶν ἑαυτοὺς καὶ λέγειν ὅτι ὀργιζόμενος καὶ ὑπὲρ θυσιῶν ἐγκαλῶν καὶ ὑπὲρ τῆς ἄλλης θεραπείας μεμφόμενος ἀνεχώρησεν ἑκών, διὰ τοῦτο αὐτὸν καὶ ἐκ τοῦ χωρίου τούτου παντὸς ἀπήλασεν ὃ μάλιστα πάντων φίλον ἦν αὐτῷ καὶ ὃ τῶν ἄλλων οὕτω προετίμησεν ὡς καὶ ἀτιμαζόμενος προσεδρεύειν αὐτῷ. Σὺ γὰρ τοῦτο προλαβὼν εἶπες· καὶ ἐν τούτῳ δὲ τῷ καιρῷ ἐν ᾧ πολλὰ μὲν πρόβατα πολλοὺς δὲ βοῦς αὐτῷ κατέσφαττεν ὁ βασιλεύς... ὥστε πανταχόθεν ἐλέγχεσθαι ὅτι ἀναγκαζόμενος καὶ ὑπὸ μείζονος ὠθούμενος δυνάμεως τὴν Δάφνην ἀπέλιπεν. Ἐνῆν μὲν γὰρ καὶ τοῦ ξοάνου μένοντος διώκειν αὐτὸν ἀλλ' ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε ὥσπερ οὖν οὐδὲ πάλαι ὅτε ὑπ' αὐτοῦ πεπέδητο ἀλλ' ἐνέκεισθε θεραπεύοντες. Δι' ὃ πρότερον ἀφεὶς ἑστάναι τὸ ξόανον ὅτε μάλιστα ἤρθη τῆς ἀσεβείας ἡ φλὸξ τότε αὐτὸ κατήνεγκε, δεικνὺς ὅτι τὸν νικῶντα οὕτω χρὴ νικᾶν οὐ τεταπεινωμένων ἀλλ' αἰρομένων καὶ λαμπρῶν ὄντων περιγινόμενον τῶν ἐχθρῶν.