Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 110 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
110.1
Καὶ τὴν αἰτίαν δὲ μετὰ ταῦτα ἐρῶ, τέως δὲ ἄξιον μαθεῖν ὑπὲρ ὧν ἀγνωμοσύνην ἐγκαλεῖ τῷ Ἡφαίστῳ οὑτωσί πως λέγων·" Ηφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφείλων τῷ Θεῷ μηνύματος ἀρχαίου." Ποίαν χάριν; Ποίου μηνύματος ἀρχαίου, εἰπέ; Διὰ τί κρύπτεις σου τὰ σεμνὰ τῶν θεῶν κατορθώματα; Εἰ γὰρ καὶ τὴν εἶπες αὐτὴν μᾶλλον ἂν ἀγνώμονα τὸν Ἥφαιστον ἔδειξας. Ἀλλ' αἰσχύνῃ καὶ ἐρυθριᾷς· οὐκοῦν ἡμεῖς μετὰ παρρησίας ἐροῦμεν τὰ σά. Τίς οὖν ἡ χάρις; Ἐρασθέντα ποτὲ τὸν Ἄρην τῆς Ἀφροδίτης καὶ τὸν Ἥφαιστον– ἄνδρα γὰρ αὐτῆς εἶναι– δεδοικότα τὴν ἀπουσίαν ἐπιτηρήσαντα τὴν ἐκείνου πρὸς αὐτὴν εἰσελθεῖν φασι. Τὸν δὲ Ἀπόλλω θεασά μενον μιγνυμένους αὐτοὺς ἀπελθόντα πρὸς τὸν Ἥφαιστον τὴν μοιχείαν κατειπεῖν. Ἐλθόντα δὲ ἐκεῖνον καὶ ἀμφοτέρους ἐπὶ τῆς κλίνης εὑρόντα δεσμὰ αὐτοῖς οὕτως ὡς εἶχον περιβαλ όντα καλέσαι τε τοὺς θεοὺς ἐπὶ τὴν ἀσχήμονα θεωρίαν καὶ ταύτην τῆς μοιχείας πράξασθαι δίκην αὐτούς. Ταύτης οὖν τῆς χάριτος ὀφειλέτην ὄντα τὸν Ἥφαιστον καιροῦ καλοῦντος ἀγνωμονῆσαι περὶ τὴν ἀντίδοσίν φησι.

Intertext edge

Open linked passage

Note