De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
112.1
Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς Ἄνδρες ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον· ἡμερότητα μορφῆς, ἁπαλότητα δέρρης– ἐν λίθῳ καὶ ταῦτα– ζωστῆρα περὶ τῷ στήθει συνάγοντα χιτῶνα χρυσοῦν ὡς αὐτοῦ τὰ μὲν ἐνιζάνειν τὰ δὲ ὑπανίστασθαι. Τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυμόν; Ἐῴκει γὰρ ᾄδοντι μέλος. Καὶ πού τις καὶ ἤκουσεν ὥς φασιν ἐν μεσημβρίᾳ κιθαρίζοντος. Ὦτα εὐδαίμονα. Τὸ δὲ ᾆσμα ἄρα ἦν ἔπαινος τῆς γῆς ᾗ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου ὅτι τὴν κόρην ἔκρυψε ῥα γεῖσά τε καὶ συνελθοῦσα. Εἶτα μικρὰ πρὸς τὸν ἐμπρησμὸν ὀλοφυρόμενος, Ἐβόα μὲν φησίν, ὁδοιπόρος ἀνιούσης τῆς αὐγῆς ἐκυκᾶτο δ' ἐφ' ὕλῃ Δάφ νης ἔνοικος ἱέρεια τοῦ θεοῦ. Πληγαὶ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πολυδένδρου δρα μοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώ δης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. Ὁ δὲ ἐμμανὴς ἤλαυνε· πτερὰ γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζήτη σιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ ὅτῳ πελάσειαν φθείρουσαι τὸν Ἀπόλλω μὲν εὐ θὺς ἅτε καὶ μικρὸν διέχοντα τοῦ στέγους ἔπειτα δὲ τὰ ἄλλα κάλλη· Μουσῶν οἰκιστῶν εἰκόνας, λίθων ἀστραπάς, κιόνων ὥραν. Ὁ δὲ ὅμιλος... ἐν ᾖ περιεστήκεσαν ὀλοφυρόμενοι βοηθεῖν δὲ ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ τῆς γῆς ναυαγίαν ὁρῶντας ὧν ἡ βοήθεια δακρῦσαι τὸ γινόμενον. Ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ νύμφαι μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαι τωμένων. Οὐδὲν ἐλάττω θρῆνον ἐκ μέσης τῆς πόλεως ἡ Καλλιόπη τοῦ χαροποιοῦ τῶν Μουσῶν ἠδικημένου τῷ πυρί. Εἶτα πρὸς τῷ τέλει φησί· Γενοῦ μοι καὶ νῦν, Ἄπολλον, οἷόν σε ἐποίη σεν ὁ Χρύσης καταρώμενος τοῖς Ἀχαιοῖς θυμοῦ τε πλήρη καὶ νυκτὶ ἐοικότα ὅτι δή σοι τὰς στολὰς ἡμῶν ἀποδιδόντων καὶ ὅσον ἦν ἀπενεχ θὲν ἀντικαθιστάντων προανηρπάσθη τὸ τιμώμενον οἷον νυμφίου τινὸς πλεκομένων ἤδη στεφάνων ἀπελθόντος.