De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
116.1
Καὶ τὰ παράδοξα ταῦτα οὐ νῦν πρῶτον ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν προτέρων θαυματουργεῖ γενεῶν. Καὶ πάντα μὲν καταλέγειν οὐ τοῦ παρόντος καιροῦ, ἐπιμνησθήσομαι δὲ ὃ τούτῳ παρόμοιον εἶναι δοκεῖ. Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς νικήσαντες οἱ πολέμιοι καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ Δάγων ἦν ὄνομα αὐτῷ; Καὶ τὸ πρῶτον εἰσενεχθείσης τῆς κιβωτοῦ κατέπεσέ τε τὸ ζῴδιον καὶ ἔκειτο πρηνές. Ὡς δὲ οὐ συνίεσαν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἰσχὺν ἀπὸ ταύτης τῆς πτώσεως ἀλλ' ὀρθώσαντες αὐτὸ πάλιν ἐπὶ τῆς οἰκείας ἔστησαν ἕδρας, τῇ ὑστεραίᾳ ὑπὸ τὴν ἕω παραγενόμενοι θεωροῦσιν οὐκέτι μόνον πεπτωκὸς ἀλλὰ καὶ διακεκλασμένον πάντοθεν. Αἵ τε γὰρ χεῖρες ἀποσπασθεῖσαι τῶν ὤμων εἰς τὸν οὐδὸν ἐξηκοντίσθησαν τοῦ ναοῦ μετὰ τῶν ποδῶν τό τε λοιπὸν τοῦ ξοάνου μέρος εἰς ἕτερον διέσπαρτο τόπον διασπασθέν. Καὶ τῶν Σοδόμων δέ– ὡς ἄν τις μεγάλῳ παραβάλοι μικρόν– διὰ τοῦτο μετὰ τῶν οἰκητόρων καὶ ἡ γῆ καταφλεχθεῖσα ἀπώλετο καὶ γέγονεν ἄκαρπος ἵνα μὴ μόνον οἱ τότε ἀλλὰ καὶ οἱ μετ' ἐκείνους ἅπαντες ὑπὸ τῶν τόπων σωφρονίζωνται. Εἰ γὰρ ἔστη μέχρι τῶν ἀνδρῶν ἡ κόλασις κἂν ἠπιστήθη μετὰ ταῦτα τὸ γεγονός. Διὰ τοῦτο ὁ τόπος δέχεται τὴν πληγὴν ὁ τῷ χρόνῳ παρεκταθῆναι δυνάμενος καὶ ἑκάστην τῶν ἐπιγινομένων ὑπομιμνήσκει γενεῶν ὅτι τοὺς τὰ τοιαῦτα δρώντας τοιαῦτα πάσχειν νενομοθέτηται κἂν μὴ παραυτὰ τὴν τιμωρίαν τίσωσιν, ὅπερ καὶ ἐπὶ τοῦ ναοῦ γέγονε τούτου.