De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Οὐδεμιᾶς γὰρ δεῖται βοηθείας ἡ τῆς ἀληθείας ἰσχύς, ἀλλὰ κἂν μυρίους ἔχῃ τοὺς σβεννύντας αὐτὴν οὐ μόνον οὐκ ἀφανίζεται, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἐπηρεάζειν ἐπιχειρούντων φαιδροτέρα καὶ ὑψηλοτέρα ἄνεισι τῶν εἰκῆ κοπτόντων ἑαυτοὺς καὶ μαινομένων καταγελῶσα. Τὰ μὲν γὰρ παρ' ἡμῖν ἅ φατε πλάσματα εἶναι καὶ τύραννοι καὶ βασιλεῖς καὶ λόγων ἄμαχοι σοφισταὶ ἤδη δὲ καὶ φιλόσοφοι καὶ γόητες καὶ μάγοι καὶ δαίμονες καθελεῖν ἐσπούδασαν, καὶ" ἐξησθένησεν ἐπ' αὐτοὺς ἡ γλῶσσα αὐτῶν" κατὰ τὸν προφητικὸν λόγον καὶ" Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν." Οἱ μὲν γὰρ βασιλεῖς τοσοῦτον ἐκέρδαναν ἐκ τῆς καθ' ἡμῶν ἐπιβουλῆς ὅσον θηριωδίας δόξαν παρὰ πᾶσιν ἔλαβον. Διὰ γὰρ τὸν κατὰ τῶν μαρτύρων θυμὸν εἰς τὴν τῆς κοινῆς φύσεως ἐξενεχθέντες ἀπήνειαν μυρίοις ἑαυτοὺς οὐ συνεῖδον περιβαλόντες ὀνείδεσιν. Οἱ δὲ φιλόσοφοι καὶ δεινοὶ ῥήτορες δόξαν πολλὴν οἱ μὲν ἐπὶ σεμνότητι οἱ δὲ ἐπὶ λόγων δυνάμει παρὰ τοῖς πολλοῖς ἔχοντες μετὰ τὴν πρὸς ἡμᾶς μάχην καταγέλαστοι γεγόνασι καὶ παίδων ληρούντων ἁπλῶς οὐδὲν διαφέρειν ἔδοξαν.