De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
121.1
Μεταξὺ δὲ τῶν σημείων τούτων ὧν εἶπον γενομένων τῶν κατὰ τὸν λιμὸν καὶ τὸν αὐχμὸν ἔμενεν ἐπὶ τῆς αὐτῆς ἀναιδείας ἔτι καὶ σκληρότητος. Καὶ μέλλων ἐπιστρατεύειν τῷ Πέρσῃ καὶ μετὰ τοσούτου τύφου κατιὼν εἰς ἄπαν τὸ τῶν βαρβάρων ἀναρπασόμενος ἔθνος ἠπείλει μυρίας ἡμῖν ἀπειλὰς λέγων μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον πάντας ἄρδην ἀπολεῖν· πόλεμον γὰρ αὐτῷ τοῦτον εἶναι τοῦ Περσικοῦ χαλεπώτερον καὶ δεῖν πρότερον κατορθώσαντα ἐκεῖνον τὸν ἐλάττω τότε ἐπὶ τὸν μείζονα τοῦτον ἐλθεῖν. Καὶ ταῦτα ἡμῖν οἱ τῆς γνώμης αὐτῷ κοινωνοῦντες ἀπήγγελλον. Ζέων δὲ τῷ καθ' ἡμῶν θυμῷ καὶ καθ' ἑκάστην ἡμέραν πρὸς μείζονα μανίαν αἰρόμενος οὐδέποτε ἐπὶ τῆς αὐτῆς ἵστατο γνώμης ἀλλὰ τὴν προτέραν βουλὴν ἀναθέμενος πάλιν ἠπείλει τὸν διωγμὸν ἡμῖν. Βουλόμενος δὲ αὐτὸν ὁ Θεὸς ἀνακρούσασθαι καὶ καταστεῖλαι φλεγμαίνοντα ἐπήγαγε πάλιν τουτὶ τὸ σημεῖον ἐν τῇ Δάφνῃ τὸ πῦρ ἐπὶ τὸν νεὼν ἀφείς. Ὁ δὲ οὐδὲ οὕτω καθυφῆκε τοῦ θυμοῦ ἀλλὰ τῇ τῆς ἡμετέρας λεηλασίας ἐπιθυμίᾳ διαρρηγνύμενος οὐδὲ τὸν καιρὸν ὃν ἠπείλησεν ἔμεινεν ἀλλὰ τὸν Εὐφράτην διαβαίνειν μέλλων ἀπόπειραν ἐποιεῖτο τῶν στρατιωτῶν καί τινας εὐαριθμήτους κολακείᾳ διαφθείρας τοὺς ἀντιστάντας οὐ παρέλυσε τῆς στρατείας δεδοικὼς μὴ διαστήσας αὐτοὺς ἀσθενέστερον ἐργάσηται τῷ Πέρσῃ τὸν στρατόν.