Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 12 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἀπὸ γὰρ ἐθνῶν καὶ δήμων τοσούτων οὐ σοφόν τινα, οὐκ ἄσοφον, οὐκ ἄνδρα, οὐ γυναῖκα ἀλλ' οὐδὲ παιδίον μικρὸν μεταπεῖσαι ἴσχυσαν, ἀλλὰ τοσοῦτός ἐστι τῶν ὑπ' αὐτῶν γεγραμμένων ὁ γέλως ὥστε ἀφανισθῆναι καὶ τὰ βιβλία πάλαι καὶ ἅμα τῷ δειχθῆναι καὶ ἀπολέσθαι τὰ πολλά. Εἰ δέ που τι καὶ εὑρεθείη διασωθὲν παρὰ Χριστιανοῖς τοῦτο σωζόμενον εὕροι τις ἄν. Τοσοῦτον ἀπέχομεν βλάβην τινὰ παρὰ τῆς ἐκείνων ὑποπτεύειν ἐπιβουλῆς, οὕτω καταγελῶμεν τῆς πολλῆς τῶν μηχανημάτων αὐτῶν περιεργίας. Οὔτε γὰρ εἰ τὰ σώματα ἀδαμάντινα καὶ ἄφθαρτα ἦν ἡμῖν" σκορπίους" καὶ" ὄφεις" καὶ πῦρ ταῖς χερσὶν ἐπισφίγγοντες ἐδείσαμεν ἂν ἀλλὰ καὶ ἐπεδειξάμεθα· οὔτε ἐπειδὴ τὰς ψυχὰς ἡμῖν καὶ τὴν πίστιν τοιαύτην κατεσκεύασεν ὁ Χριστὸς τὰ φάρμακα τῶν ἐχθρῶν ἔχοντες δεδοίκαμεν. Εἰ γὰρ ἐπάνω" ὄφεων" καὶ" σκορπίων" καὶ πάσης τοῦ διαβόλου τῆς τυραννίδος" πατεῖν" ἡμῖν ἐπιτέτακται πολλῷ μᾶλλον ἐπάνω σκωλήκων καὶ κανθάρων. Τοσοῦτον γὰρ τὸ μέσον τῆς τούτων βλάβης πρὸς τὴν ἐκείνου τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν.

Intertext edge

Open linked passage

Note