Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα τὰ δὲ ὑμέτερα. Ἐπολέμησε μὲν αὐτοὺς οὐδεὶς οὐδέποτε, οὐδὲ γὰρ θέμις Χριστιανοῖς ἀνάγκῃ καὶ βίᾳ καταστρέφειν τὴν πλάνην ἀλλὰ καὶ πειθοῖ καὶ λόγῳ καὶ προσηνείᾳ τὴν τῶν ἀνθρώπων ἐργάζεσθαι σωτηρίαν. Ὅθεν οὐδεὶς τῶν τὰ τοῦ Χριστοῦ φρονούντων βασιλεὺς δόγματα καθ' ὑμῶν ἔθηκε τοιαῦτα οἷα καθ' ἡμῶν οἱ τὰ τῶν δαιμόνων θεραπεύσαντες ἐπενόησαν. Ἀλλ' ὅμως τοσαύτης ἀπολαύσασα ἡσυχίας καὶ ὑπ' οὐδενὸς ἐνοχληθεῖσά ποτε τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἡ πλάνη ἀφ' ἑαυτῆς ἐσβέσθη καὶ περὶ ἑαυτὴν διέπεσε καθάπερ τῶν σωμάτων τὰ τηκεδόνι παραδοθέντα μακρᾷ καὶ μηδενὸς αὐτὰ βλάπτοντος αὐτόματα φθείρεται καὶ διαλυθέντα κατὰ μικρὸν ἀφανίζεται. Ὥστε εἰ καὶ μὴ τέλεον ὁ σατανικὸς οὗτος ἐξήλειπται γέλως ἀπὸ τῆς γῆς, ἀλλ' ἱκανά γε τὰ ἤδη γενόμενα πιστώσασθαι καὶ ὑπὲρ τῶν μελλόντων ὑμᾶς.

Intertext edge

Open linked passage

Note