De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Τὸ δὲ αἴτιον οὐκ ἦν τῶν ἁλιέων ἐκείνων οὔτε τὰ ῥήματα οὔτε τὰ θαύματα ἀλλὰ τῆς εἰς αὐτοὺς ἐνεργούσης δυνάμεως τοῦ Χριστοῦ. Τῶν γὰρ ταῦτα ἐργασαμένων ὁ μὲν ἦν σκηνοποιὸς ὁ Παῦλος ὁ Πέτρος δὲ ἁλιεὺς καὶ οὐκ ἂν οὕτως εὐτελέσι καὶ ταπεινοῖς πλάσαι τι τοιοῦτον ἐπῆλθέ ποτε πλὴν εἰ μαίνεσθαί τις αὐτοὺς φαίη καὶ παραπαίειν. Ὅτι δὲ οὐκ ἐμαίνοντο δῆλον ἐξ ὧν εἰπόντες κατώρθωσαν καὶ ἐκ τῶν ἔτι καὶ νῦν πειθομένων αὐτοῖς. Οὐκ ἂν οὖν ποτε τοιαῦτα ἐψεύσαντο οὐδὲ ἐκόμπασαν ἁπλῶς. Καὶ γὰρ ὅπερ ἀρχόμενος ἔφην· ὁ μέλλων ἐξαπατᾶν ψεύδεται μὲν ψεύδεται δὲ οὐχ οὕτως ὡς πᾶσι γενέσθαι καταφανής.