Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 18 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Οὔτε γὰρ λόγων ἰσχύι– πῶς γὰρ ὧν θάτερος οὐδὲ γράμματα ὅλως ἠπίστατο;– οὔτε χρημάτων ἐθάρρουν περιουσίᾳ καὶ γὰρ τῆς ἀναγκαίας μόλις εὐπόρουν τροφῆς ἀπὸ τῆς τῶν χειρῶν τεχνῆς διαζῶντες ἀμφότεροι. Ἀλλ' οὐδὲ ἐπὶ γένους λαμπρότητι παρῆν αὐτοῖς μεγαλοφρονεῖν· τοῦ μὲν γὰρ οὐδὲ τὸν πατέρα ἴσμεν ὅστις ἦν οὕτως ἦν ἄσημος καὶ ἀφανής, τοῦ Πέτρου δὲ δῆλος μέν ἐστιν ὁ πατὴρ, τοσοῦτον δὲ ἔχει θατέρου πλέον ὅσον τὴν προσηγορίαν αὐτοῦ γνώριμον ἡμῖν ἐποίησαν αἱ Γραφαὶ μόνον καὶ τοῦτο διὰ τὸν υἱόν. Εἰ δὲ καὶ χώραν τις καὶ ἔθνος ἐξετάζειν βούλοιτο τὸν μὲν Κίλικα εὑρήσει τὸν δὲ πόλεως ἀσημοῦ πολίτην μᾶλλον δὲ οὐδὲ πόλεως ἀλλὰ κώμης τῆς ἐσχάτης, ἀπὸ Βηθσαιδὰ γὰρ τῆς Γαλιλαίας δέ ἐστι χωρίον οὕτως καλούμενον ἐξ ἧς ὁ μακάριος ἐκεῖνος ἦν. Καὶ τὰς τέχνας δέ τις αὐτῶν ἀκούσας ὄψεται οὐδὲν μέγα ἐχούσας καὶ σεμνόν· τοῦ μὲν γὰρ ἁλιέως ὁ σκηνοποιὸς τιμιώτερος τῶν δὲ ἄλλων χειροτεχνῶν εὐτελέστερος.

Intertext edge

Open linked passage

Note