De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
Θῶμεν δὲ εἰ βούλεσθε καθ' ὑμᾶς καὶ τὸ ἀδύνατον τοῦτο γενέσθαι δυνατὸν, καὶ τὸν μὲν ἀπὸ τῆς λίμνης ἀνελθόντα λέγειν ὅτι ἡ σκιὰ τοῦ σώματος τοῦ ἐμοῦ νεκροὺς ἀνέστησε, τὸν δὲ ἐκπηδήσαντα τῶν τοῦ σκηνορραφείου δέρρεων τὰ αὐτὰ δὴ ταῦτα κομπάζειν ἐκείνῳ περὶ τῶν ἱματίων αὐτοῦ. Τίς οὕτως ἐμεμήνει τῶν ταῦτα ἀκουόντων ὡς ψιλοῖς ῥήμασι πιστεῦσαι περὶ πραγμάτων τοιούτων; Διὰ τί δὲ μηδεὶς ἐκείνων τῶν χρόνων χειροτέχνης ἀνὴρ εἶπέ τι περὶ ἑαυτοῦ τοιοῦτόν ποτε ἢ ἕτερός τις περὶ αὐτοῦ; Καίτοι εἰ τὰ ἡμέτερα πλάσματα ἦν τοὺς μετ' ἐκείνους εὐκολώτερον τὰ τοιαῦτα ψεύδεσθαι εἰκὸς ἦν. Ἐκεῖνοι μὲν γὰρ οὐκ εἶχον εἰς ἑτέρους ἀνενεγκόντες ὑπὲρ τούτων ἐλπίσαι τοῦ πράγματος περιέσεσθαι, οἱ δὲ μετ' ἐκείνους εἰς ἐκείνους ὁρῶντες προχειρότερον ἂν τοῦ πλάσματος κατετόλμησαν τοῦ παραδείγματος τῶν προτέρων τοῖς δευτέροις παρακελευομένου θαρρεῖν ὡς οὐδενὸς ἐν τῇ γῇ νοῦν ἔχοντος ἀλλὰ πάντων ἐξεστηκότων καὶ μεμηνότων, καὶ τοῖς βουλομένοις ἐξὸν ἅπασιν ἅπερ ἂν θέλωσι περὶ ἑαυτῶν λέγειν τε καὶ πιστεύεσθαι.