Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 21 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Λῆρος ταῦτα καὶ γέλως καὶ μωρίας Ἑλληνικῆς ῥήματα. Καθάπερ γὰρ ἂν εἴ τις προαχθείη τοξεύειν τὸν οὐρανὸν ὡς διαρρήξων αὐτὸν τοῖς αὐτοῦ βέλεσιν ἢ τὸν ὠκεανὸν ἐξαντλεῖν ὡς κενώσων αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν οὐδεὶς ὅστις οὐ γελάσεται τῶν ἀστειοτέρων αὐτόν, οἱ δὲ σεμνότεροι καὶ δακ ρύσονται δάκρυσι πολλοῖς, οὕτως ὅταν ἡμῖν Ἕλληνες ἀντιλέγωσι γελᾷν αὐτοὺς καὶ δακρύειν καλόν· πολλῷ γὰρ τοῦ τὸν οὐρανὸν τρώσειν ἐλπίζοντος καὶ τὴν ἄβυσσον κενώσειν ἀπορωτέροις ἐπιχειροῦσι πράγμασιν. Οὔτε γὰρ τὸ φῶς ἔσται σκότος ποτὲ ἕως ἂν ᾖ φῶς οὔτε ἡ τῶν παρ' ἡμῖν πραγμάτων ἀλήθεια διελεγχθήσεται· ἀλήθεια γάρ ἐστι ταύτης δὲ ἰσχυρότερον οὐδέν.

Intertext edge

Open linked passage

Note