De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Καὶ οὔτε ἡ νεότης τὸ θηρίον ἐπέκαμψεν οὔτε ἡ παρεπομένη τοῖς τοιούτοις μιάσμασι δίκη τὸν ἄγριον ἐκεῖνον ἐφόβησεν οὔτε τὰ τοῦ παρακαταθεμένου πατρὸς αὐτὸν εἰσῆλθε ῥήματα ἅπερ ἐκεῖνος τὸν υἱὸν ἐγχειρίζων ἴσως ἐπέσκηπτεν ἐν ἐπιμελείᾳ τε αὐτὸν ἔχειν ἀξιῶν πολλῇ καὶ πατέρα αὐτὸν ἐπιφημίζων τῷ παιδὶ καὶ ὡς αὐτὸν γεγεννηκότα οὕτω τρέφειν καὶ παιδεύειν παρακαλῶν καὶ τῆς τῶν οἰκείων προγόνων εὐγενείας ἄξιον ἀποφαίνειν, καὶ μετὰ τούτων τῶν ῥημάτων τὴν δεξιὰν τοῦ παιδὸς τῇ δεξιᾷ τοῦ φονέως ἐντιθεὶς καὶ μετὰ δακρύων διαλυόμενος. Τούτων οὐδὲν εἰς νοῦν ὁ μιαρὸς ἐκεῖνος ἐβάλετο, ἀλλὰ πάντα ῥίψας ἀθρόως ἀπὸ τῆς ψυχῆς τὸν φόνον ἐκεῖνον τὸν πάντων ἐναγέστατον τῶν φόνων ἐργάζεται. Τοῦτο γὰρ καὶ παιδοκτονίας χεῖρον τὸ μιάσμα, καὶ μάρτυρες ὑμεῖς οἱ οὐκ ἂν οὕτως ἀλγήσαντες εἴπερ τοῖς ἐμοῖς πάθεσι καὶ τὰ ὑμέτερα στοχάζεσθαι χρή εἰ τὸν υἱὸν ὅτι κατέσφαξεν ἠκούσατε τὸν ἑαυτοῦ. Τότε μὲν γὰρ μετὰ τῶν κοινῶν νόμων καὶ οἱ φύσεως ἐδόκουν ἀνατετράφθαι θεσμοί, ἐνταῦθα δὲ πολλὰ ὁμοῦ συνδεδράμηκεν καὶ τῆς φυσικῆς ἀνάγκης ἰσχυρότερα τῷ πλήθει γίνεται.