Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 30 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Ἔτυχε κατὰ τὸν καιρὸν ἐκεῖνον καθ' ὃν τὸ ἀπηνὲς τοῦτο δρᾶμα ἐτολμᾶτο καὶ ἐλεεινὸν ἄνδρα τινὰ μέγαν καὶ θαυμαστὸν– εἴ γε δεῖ αὐτὸν ἄνδρα καλεῖν– τῆς ποίμνης ἐπιμελεῖσθαι τῆς παρ' ἡμῖν· Βαβύλας ἦν ὄνομα αὐτῷ. Οὗτος τότε τοῦ Χριστοῦ τὴν ἐκκλησίαν τὴν ἐνθάδε ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐγχειρισθεὶς τὸν Ἠλίαν καὶ τὸν τούτου ζηλωτὴν τὸν Ἰωάννην παρήλασε μὲν οὐκ ἂν εἴποιμι μὴ καὶ λίαν φορτικὸν τὸ λεγόμενον ᾖ, ἔφθασε δὲ οὕτως ὡς μηδὲ τὸ τυχὸν ἀπολειφθῆναι τῆς ἐλευθερίας τῶν γενναίων ἐκείνων ἀνδρῶν. Οὐ γὰρ τετράρχην πόλεων ὀλίγων οὐδὲ ἑνὸς ἔθνους βασιλέα ἀλλὰ τὸν τὸ πλεῖστον μέρος τῆς οἰκουμένης ἁπάσης κατέχοντα αὐτὸν δὴ τοῦτον τὸν ἀνδροφόνον καὶ πολλὰ μὲν ἔθνη πολλὰς δὲ πόλεις καὶ στρατιὰν ἄπειρον κεκτημένον καὶ πάντοθεν ὄντα φοβερὸν ἀπό τε τῆς τῶν τρόπων θρασύτητος ὡς ἀνδράποδον εὐτελὲς καὶ οὐδενὸς ἄξιον οὕτω τῆς ἐκκλησίας ἐξέβαλε μετὰ τοσαύτης ἀταραξίας καὶ ἀφοβίας μεθ' ὅσης ἂν ποιμὴν πρόβατον φώρας ἐμπεπλησμένον καὶ νενοσηκὸς τῆς ποίμνης ἀπείρξειε κωλύων εἰς τὰ λοιπὰ διαβῆναι τὴν νόσον τοῦ κάμνοντος.

Intertext edge

Open linked passage

Note