De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Καὶ ταῦτα ἔπραττεν ἔργῳ τὸν τοῦ Σωτῆρος λόγον βεβαιῶν ὅτι μόνος" δοῦλός ἐστιν ὁ τὴν ἁμαρτίαν ποιῶν," κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους, κἂν ἁπάντων δοκῇ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων κρατεῖν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδὼς πονηρὸν κἂν ἐν τῇ τῶν ὑπηκόων καταλέγηται τάξει πάντων ἐστὶ βασιλέων βασιλικώτερος. Αὐτίκα γοῦν τὸν ἄρχοντα διέταττεν ὁ ἀρχόμενος καὶ τῷ κρατοῦντι πάντων ἔκρινεν ὁ ὑπήκοος καὶ τὴν καταδικάζουσαν αὐτὸν ψῆφον ἔφερε. Σὺ δὲ ταῦτα ἀκούων μὴ παρέλθῃς τὸ λεχθέν. Ἱκανὸν μὲν γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ τοῦτο ἀπαγγελθὲν ὅτι τὸν βασιλέα τῶν τῆς ἐκκλησίας προθύρων ἐξήλασε τῶν ὑπὸ τὴν ἀρχὴν ὄντων τις τὴν αὐτοῦ διαναστῆσαι καὶ ἐκπλῆξαι τὰς τῶν ἀκουόντων ψυχάς.