De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1
Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ σοφία μήτε ἐλλιπῶς μήτε περιττῶς ἀγωνίζεσθαι συγχωροῦσα ἀλλὰ πανταχοῦ τὴν συμμετρίαν φυλάττουσα. Καίτοι γε ἐνῆν εἴπερ ἐβούλετο καὶ περαιτέρω προελθεῖν. Τῷ γὰρ ἀπαγορεύσαντι τὸ ζῆν– οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθεν εἰ μὴ τοιούτοις αὐτὸν ὥπλισε λογισμοῖς– μετ' ἐξουσίας ἅπαντα πράττειν ἐξῆν καὶ ὕβρεσι πλῦναι τὸν βασιλέα καὶ τὸ διάδημα καθελεῖν τῆς κεφαλῆς καὶ πληγὰς εἰς τὸ πρόσωπον ἐντεῖναι ὅτε τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισεν. Ἀλλ' οὐδὲν τούτων ἐποίησε· τῷ γὰρ ἅλατι τῷ πνευματικῷ τὴν ψυχὴν ἠρτυμένος ἦν, δι' ὅπερ οὐδὲν ἔπραττεν εἰκῆ καὶ μάτην, ἀλλὰ πάντα κρίσει λογισμῶν ὀρθῇ καὶ μετὰ καταστάσεως ὑγιοῦς.