De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
Οὐ καθάπερ οἱ παρ' Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι– ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς. Διὰ τοῦτο καὶ τὴν τομὴν οὔτε ἐπιπόλαιον ἔδωκεν ὥστε μὴ πλέον τοῦ νενοσηκότος ἐναπομεῖναι μέρος οὔτε βαθυτέραν τοῦ δέοντος ὥστε μὴ τῷ περιττῷ τῆς πληγῆς λυμήνασθαι τὴν ὑγίειαν πάλιν, ἀλλὰ συμμετρήσας τῷ νοσήματι τὴν πληγὴν οὕτω τὴν ἀρίστην ἰατρείαν εἰργάσατο. Ἐντεῦθεν αὐτὸν καὶ θυμοῦ καὶ δειλίας καὶ ἀλαζονείας καὶ δοξομανίας καὶ ἀπεχθείας καὶ φόβων καὶ κολακείας θαρρούντως ἀπεφηνάμην εἶναι καθαρόν.