De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
Ἀλλὰ καὶ παρρησίαν ἐπεδείξατο πρὸς βασιλέα πολλήν. Ἴδωμεν οὖν καὶ τὴν πολλὴν παρρησίαν μή ποτε καὶ αὕτη τῆς τοῦ πίθου τερατείας ματαιοτέρα οὖσα τύχοι. Τίς οὖν ἡ παρρησία; Ἐλαύνοντι τῷ Μακεδόνι ποτὲ ἐπὶ τὸν Πέρσην ἐπιστάντι τε αὐτῷ καὶ ἀπαγγεῖλαι προτρέψαντι εἴ τινος δέοιτο, οὐδενὸς, ἔφη, πλὴν τοῦ μὴ ἐπισκοτεῖν αὐτῷ τὸν βασιλέα– καὶ γὰρ ἔτυχε ἤδη θερόμενος ὁ φιλόσοφος. Οὐ καταδύσεσθε; Οὐκ ἐγκαλύψεσθε; Οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε ἐπὶ τούτοις μεγαλοφρονοῦντες ἐφ' οἷς αἰσχύνεσθαι ἐχρῆν; Πόσῳ γὰρ βέλτιον ἦν ἱμάτιον ἐνδύντα ἁδρὸν ἐνεργὸν εἶναι καί τι τῶν χρησίμων τὸν βασιλεύοντα τότε αἰτεῖν ἢ καθῆσθαι μετὰ τῶν ῥακίων θερμαινόμενον κατὰ τὰ μικρὰ καὶ ὑπομάζια τῶν παιδίων ἅπερ αἱ τίτθαι μετὰ τὸ λοῦσαι καὶ ἀλεῖψαι προτιθέασιν εἰς τοῦτο εἰς ὅπερ ὁ φιλόσοφος τότε ἐκάθητο γραιδίου δυστήνου χάριν αἰτῶν;