De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1
Τοῦτο τοίνυν ὁ μακάριος ἐκεῖνος ἐποίησε καὶ δίκην ἐπέθηκεν αὐτῷ τε πρέπουσαν κἀκεῖνον ἐπιστρέψαι ἱκανὴν εἰ μὴ λίαν ἀναίσθητος ἔτυχεν ὤν, οὐχὶ θερομένῳ αὐτῷ τὸν βασιλέα ἐπισκοτοῦντα ἀποστῆναι ἀξιῶν, ἀλλ' ἀναιδῶς τοῖς ἱεροῖς ἐπιπηδῶντα περιβόλοις καὶ πάντα συγχέοντα καθάπερ τινὰ κύνα καὶ οἰκέτην ἀγνώμονα τῶν δεσποτικῶν ἀπείργων αὐλῶν. Ὁρᾶς ὡς οὐ κομπάζων ἔλεγον ὅτι παιδικῆς ἔργα διανοίας τὰ παρ' ὑμῖν φιλοσόφων ἀπέδειξε θαύματα. Ἀλλὰ καὶ ἐσωφρόνησεν ὁ Σινωπεὺς ἐκεῖνος καὶ ἐν ἐγκρατείᾳ διήγαγε καὶ τῶν κατὰ νόμον οὐκ ἀνεχόμενος γάμων. Ἀλλ' οὐ προσθήσεις ἀλλ' ἥδιον τῶν τῆς σωφροσύνης ἐγκωμίων ἀποστερήσεις αὐτὸν ἢ τὸν τρόπον τῆς σωφροσύνης ἐρεῖς οὕτως αἰσχρὸς καὶ πολλῆς γέμων αἰσχύνης.