De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1
Ἐπῆλθον δ' ἂν καὶ τὸν τῶν ἄλλων λῆρον καὶ τὴν ματαιοπονίαν καὶ τὴν αἰσχρότητα. Ποῦ γὰρ εἰπέ μοι χρήσιμον γονῆς ἀπογεύεσθαι ἀνθρωπίνης ὅπερ ὁ Σταγειρίτης ἐποίει; Ποῖον δὲ ὄφελος μίγνυσθαι μητράσι καὶ ἀδελφαῖς ὅπερ ὁ τῆς Στοᾶς προεστὼς φιλόσοφος ἐνομοθέτει; Καὶ τὸν τῆς Ἀκαδημίας δὲ ἄρξαντα καὶ τὸν ἐκείνου διδάσκαλον καὶ τοὺς ἔτι τούτων μᾶλλον θαυμαζομένους τούτων αἰσχροτέρους ἀνέδειξα ἄν, καὶ τὴν παιδεραστίαν ἣν σεμνὸν εἶναι τίθενται καὶ φιλοσοφίας μέρος ἐξεκάλυψα πάσης ἀπαμφιάσας τῆς ἀλληγορίας εἰ μὴ μικρὸν ὁ λόγος ἡμῖν ἐξετείνετο μῆκος καὶ πρὸς ἕτερον ἠπείγετο μέρος καὶ ἱκανῶς καὶ διὰ τοῦ ἑνὸς τοῦ γέ λωτα πάντων διήλεγξεν. Ὅταν γὰρ ὁ κρατῶν κατὰ τὸ δοκοῦν αὐστηρότερον εἶναι τῆς φιλοσοφίας μέρος καὶ παρρησίας καὶ ἐγκρατείας ἕνεκεν οὕτως αἰσχρὸς καὶ ἄτοπος καὶ περιττὸς ἀποφαίνηται– καὶ γὰρ καὶ τὸ ἀνθρώπων ἀπογεύεσθαι ἔλεγεν ἀδιάφορον εἶναι– τίς ἡμῖν πρὸς τοὺς ἄλλους λόγος ἔσται λοιπὸν τοῦ κατὰ τὴν κορυφὴν τοῦ ἐπιτηδεύματος ὑπὲρ τοὺς ἄλλους λάμψαντος οὕτω καταγελάστου καὶ μειρακιώδους καὶ ἀνοήτου δειχθέντος ἅπασι;