Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 53 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1
Ψυχὴ γὰρ ἅπαξ ἁμαρτίας γευσαμένη καὶ ἀναλγήτως διατεθεῖσα πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην. Καὶ οἷον εἰς ὕλην ἄφατον σπινθὴρ ἐμπεσὼν καίει μὲν εὐθέως τὸ προστυγχάνον οὐχ ἵσταται δὲ μέχρις ἐκείνου μόνον ἀλλὰ πᾶν ἐπινέμεται τὸ λοιπόν, καὶ ὅσῳ ἂν πλείονα λάβῃ τῇ φλογὶ τοσούτῳ πλείονα προσλαμβάνει τὴν ἰσχὺν πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν καὶ γίνεται τῶν ἁλόντων ξύλων τὸ πλῆθος τοῖς ἁλίσκεσθαι μέλλουσιν ἐπιβουλὴ τοῖς ληφθεῖσι κατὰ τῶν μενόντων ὁπλιζομένης ἀεὶ τῆς φλογός, οὕτω καὶ ἡ τῆς ἁμαρτίας φύσις ἐπειδάν τινος λάβηται τῶν τῆς ψυχῆς λογισμῶν καὶ μηδεὶς ὁ σβεννύων ᾖ τὸ κακὸν προιοῦσα περαιτέρω χαλεπωτέρα γίνεται καὶ δυσχείρωτος. Καὶ διὰ τοῦτο τὰ μετὰ ταῦτα πολλάκις τῶν προτέρων ἰσχυρότερα γέγονεν ἁμαρτήματα τῆς ψυχῆς ἀεὶ τῇ τῶν δευτέρων προσθήκῃ πρὸς μείζονα ἀπόνοιαν καὶ καταφρόνησιν αἰρομένης καὶ διὰ τούτων τὴν μὲν οἰκείαν διαλυούσης δύναμιν τὴν δὲ τῆς ἁμαρτίας τρεφούσης.

Intertext edge

Open linked passage

Note