De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1
Οὕτω γοῦν πολλοὶ εἰς πᾶν εἶδος ἁμαρτημάτων ἐλθόντες ἔλαθον ἐπειδὴ τὴν φλόγα ἀρχομένην οὐκ ἔσβεσαν, οὕτω καὶ ὁ δείλαιος ἐκεῖνος χαλεπώτερα τοῖς προτέροις προσετίθει τὰ δεύτερα. Ἐπειδὴ γὰρ τὸν νέον ἐκεῖνον ἀπώλεσεν ἀπὸ τοῦ φόνου πρὸς τὴν ὕβριν τὴν εἰς τὸν νεὼν ὥρμησε καὶ πάλιν ἐκ ταύτης ὁδῷ προβαίνων εἰς τὴν κατὰ τῆς ἱερωσύνης ἀπόνοιαν ἐπαπεδύσατο, καὶ τὸν ἅγιον σιδήρῳ δήσας καὶ εἰς δεσμωτήριον ἐμβαλὼν οὕτω τέως ἐκόλαζε δίκην αὐτὸν τῆς εὐεργεσίας ἀπαιτῶν καὶ ὑπὲρ ὧν θαυμάζειν ἔδει καὶ στεφανοῦν καὶ τῶν γεγεννηκότων μᾶλλον τιμᾶν ὑπὲρ τούτων τὰ τῶν κακούργων ὑπομένειν ἠνάγκαζε δεσμὰ καὶ τὴν ἀπὸ τῶν δεσμῶν ταλαιπωρίαν περιθείς.