De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1
Ἐμβληθεὶς τοίνυν εἰς τὸ δεσμωτήριον ὁ μακάριος ἔχαιρε μὲν ἐπὶ τοῖς δεσμοῖς ἤλγει δὲ ἐπὶ τῇ τοῦ δήσαντος ἀπωλείᾳ. Οὔτε γὰρ πατὴρ οὐδὲ παιδοτρίβης ὅταν ὁ μὲν ἐκ τῆς τοῦ παιδὸς ὁ δὲ ἐκ τῆς τοῦ μαθητοῦ μοχθηρίας καὶ δυσπραγίας λαμπρότεροι γίνωνται καθαρὰν ἀθυμίας τὴν ἐκ τῆς εὐδοκιμήσεως ἔχουσιν ἡδονήν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος Κορινθίοις ἔλεγεν·" Εὐ χόμεθα δὲ μηδὲν κακὸν ποιῆσαι ὑμᾶς οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν." Οὕτω γοῦν καὶ ἐκείνῳ τῷ θαυμαστῷ τότε ποθεινότερον ἦν τῶν ἀπὸ τοῦ δεσμωτηρίου μισθῶν ἡ τοῦ μαθητοῦ σωτηρία καὶ τὸ σωφρονήσαντα ἀποστερῆσαι τούτων τῶν ἐπαίνων αὐτὸν μᾶλλον δὲ τὸ μηδὲ τὴν ἀρχὴν εἰς ταύτην αὐτὸν τὴν διαστροφὴν ἐμπεσεῖν.