De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1
Οἱ γὰρ ἅγιοι τοὺς στεφάνους αὐτοῖς οὐκ ἀπὸ τῶν ἀλλοτρίων βούλονται πλέκεσθαι συμφορῶν, εἰ δὲ ἀπὸ τῶν ἀλλοτρίων οὐ βούλονται πολλῷ μᾶλλον ἀπὸ τῶν τοῖς οἰκείοις συμβαινόντων κακῶν. Τούτου χάριν καὶ ὁ μακάριος Δαυὶδ μετὰ τὰ τρόπαια καὶ τὴν νίκην ἐπένθει καὶ ἐδάκρυεν ἐπειδὴ μετὰ τῆς τοῦ παιδὸς συμφορᾶς αὕτη γέγονε, καὶ τοῖς τε ἐξιοῦσι στρατηγοῖς ἐπέσκηπτεν ὑπὲρ τοῦ τυράννου πολλὰ καὶ ἀνελεῖν αὐτὸν ἐπειγομένους ἐπεῖχε λέγων" φείσασθε τοῦ παιδαρίου Ἀβεσσαλὼμ" καὶ πεσόντα ἐπένθει καὶ ἀνεκαλεῖτο τὸν ἐχθρὸν μετὰ οἰμωγῶν καὶ δακρύων πικρῶν. Εἰ δὲ ὁ φυσικὸς πατὴρ οὕτω φιλόστοργος πολλῷ μᾶλλον ὁ πνευματικός. Ὅτι γὰρ τῶν κατὰ σάρκα οἱ κατὰ πνεῦμα γονεῖς κηδεμονικώτεροι τοῦ Παύλου λέγοντος ἄκουε·" Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;"