De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
Ἀλλὰ τοῦτο μὲν τὴν ἰσότητα παρίστησιν ἡμῖν καίτοι γε μόλις ἂν πατέρες ταύτην ἀφήσειαν τὴν φωνὴν ἀλλ' ὅμως συγχωρείσθω καὶ μέχρι τοσούτου φθάνειν αὐτούς δεῖ δὲ τὸ πλέον ἐπιδεῖξαι λοιπόν. Πόθεν οὖν τοῦτο ἐπιδείξομεν; Ἀπὸ τῶν αὐτῶν σπλάγχνων πάλιν καὶ ἀπὸ τῶν τοῦ νομοθέτου ῥημάτων. Τί δὲ ἐκεῖνός φησιν;" Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μὴ κἀμὲ ἐξάλειφον ἐκ τῆς βίβλου ἧς ἔγραψας." Οὐδεὶς δὲ ἂν ἕλοιτο πατὴρ παρὸν μυρίων ἀπολαύειν ἀγαθῶν μετὰ τῶν τέκνων κολάζεσθαι, ὁ δὲ ἀπόστολος ἅτε ἐν τῇ χάριτι πολιτευσάμενος καὶ ταύτης ἐπίτασιν πεποίηται τῆς φιλοστοργίας διὰ τὸν Χριστόν. Οὐ γὰρ μετ' ἐκείνων κολάζεσθαι εἵλετο καθάπερ ἐκεῖνος, ἀλλ' ἵνα ἑτέροις σωθῆναι ἐκγένηται αὐτὸς ἀπολέσθαι ηὔχετο λέγων," Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα." Τοσαύτη εὐσπλαγχνία καὶ φειδὼ παρὰ ταῖς τῶν ἁγίων ψυχαῖς.