De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1
Ὅτι γὰρ ᾐσχύνοντο δῆλον ἡμῖν αὐτὸς ἐποίησε διὰ τῆς πρὸς τὸν Ἀγρίππαν γενομένης ἀπολογίας αὐτῷ. Λέγοντος γὰρ ἐκείνου κινδυνεύεις με ἐν ὀλίγῳ ποιῆσαι Χριστιανόν," Ηὐξάμην ἂν τῷ θεῷ," φησίν," καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ τοὺς περιεστῶτας πάντας γενέσθαι Χριστιανοὺς χωρὶς τῶν δεσμῶν τούτων." Οὐκ ἂν τοῦτο προσθεὶς εἰ μὴ τὸ πρᾶγμα ἐπονείδιστον εἶναι ἐδόκει τοῖς πολλοῖς. Φιλοδέσποτοι γὰρ ὄντες οἱ ἅγιοι τὰ ὑπὲρ τοῦ Δεσπότου πάθη μετὰ πολλῆς ἐδέχοντο τῆς προθυμίας καὶ φαιδρότεροι τούτοις ἐγίνοντο. Καὶ ὁ μέν φησι·" Χαίρω ἐν τοῖς παθήμασί μου," ὁ δὲ Λουκᾶς περὶ τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ τὰ αὐτὰ δὴ ταῦτα φθέγγεται. Μετὰ γὰρ τὰς πολλὰς μάστιγας ἐνεχώρουν" χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι."