De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1
Ἵν' οὖν μή τις τῶν ἀπίστων ἀνάγκην εἶναι νομίσῃ τοὺς ἄθλους καὶ κατηφείας αὐτὰ τῶν ἄθλων τὰ σύμβολα συνταφῆναι κελεύει τῷ σώματι δεικνὺς ὅτι λίαν αὐτὰ ἠσπάζετο καὶ ἐφίλει διὰ τὸ λίαν ἐκκρεμᾶσθαι τῆς ἀγάπης τοῦ Χριστοῦ. Καὶ κεῖνται νῦν μετὰ τῆς τέφρας αἱ πέδαι πᾶσι παραινοῦσαι τοῖς τῶν ἐκκλησιῶν προεστῶσι κἂν δεθῆναι δέῃ, κἂν σφαγῆναι, κἂν ὁτιοῦν παθεῖν πάντα προθύμως καὶ μετὰ πολλῆς ὑπομένειν τῆς ἡδονῆς ὥστε τῆς ἐμπιστευθείσης ἡμῖν ἐλευθερίας μηδὲ τὸ τυχὸν προδοῦναι καὶ καταισχῦναι μέρος.