De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1
Καὶ ὁ μὲν μακάριος ἐκεῖνος οὕτω τὸν βίον κατέλυσε, τάχα δέ τις καὶ ἡμᾶς οἴεται ἐνταῦθα καταλύσειν τὸν λόγον· μετὰ γὰρ τὴν τοῦ βίου τελευτὴν οὐκ εἶναι κατορθωμάτων οὐδὲ ἀνδραγαθίας ἀφορμὰς ὥσπερ οὐδὲ τοῖς ἀθληταῖς μετὰ τὸ παρελθεῖν τοὺς ἀγῶνας στεφάνους πλέκεσθαι δυνατόν. Ἀλλ' Ἕλληνες μὲν εἰκότως ταῦτα νομίζουσιν ἐπειδὴ καὶ μέχρι τοῦ παρόντος βίου τὴν ἐλπίδα συνέκλεισαν τὴν αὐτῶν, ἡμεῖς δὲ οἷς ἑτέρας ζωῆς φαιδροτέρας ἀρχὴ ἡ ἐνθάδε γίνεται τελευτὴ ταύτης ἀφεστήκαμεν τῆς ὑπονοίας καὶ δόξης. Καὶ ὅτι δικαίως σαφέστερον μὲν καὶ ἐν ἑτέρῳ δείξομεν λόγῳ, τέως δὲ καὶ τὰ μετὰ τὴν τελευτὴν τοῦ γενναίου κατορθώματα Βαβυλᾶ ἱκανὰ πίστιν μεγάλην τῷ λόγῳ παρασχεῖν.