Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 65 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
65.1
Ἐπειδὴ γὰρ ἕως θανάτου περὶ τῆς ἀληθείας ἠγωνίσατο καὶ μέχρις αἵματος ἀντικατέστη πρὸς τὴν ἁμαρτίαν μαχόμενος καὶ ὥστε μὴ ἀφεῖναι τὴν τάξιν ἢν ἔταξεν αὐτὸν ὁ μέγας βασιλεὺς ἀφῆκε τὴν ψυχὴν καὶ παντὸς ἀριστέως λαμπρότερον ἐτελεύτησεν, αὐτὸν μὲν εἶχε λοιπὸν ὁ οὐρανὸς τὸ δὲ σῶμα τὸ πρὸς τὴν ἀριστείαν διακονησάμενον ἡ γῆ καὶ διενείματο ἡ κτίσις τὸν ἀθλητήν. Καίτοι γε ἐνῆν καὶ μετατεθῆναι αὐτὸν κατὰ τὸν Ἐνὼχ καὶ ἁρπαγῆναι κατὰ τὸν Ἠλίαν οὓς ἐζήλωσεν. Ἀλλ' ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μυρίας ἡμῖν τοῦ σώζεσθαι προφάσεις διδοὺς καὶ ταύτην μετὰ τῶν ἄλλων διέτεμεν ἡμῖν τὴν ὁδὸν ἱκανὴν παρακαλέσαι πρὸς ἀρετὴν τὰ τῶν ἁγίων λείψανα παρ' ἡμῖν τέως ἀφείς. Μετὰ γὰρ τὴν διὰ τοῦ λόγου δύναμιν δευτέραν ἔχουσι τάξιν οἱ τῶν ἁγίων τάφοι πρὸς τὸ διεγείρειν εἰς τὸν ἴσον ζῆλον τὰς τῶν θεωμένων αὐτοὺς ψυχὰς καὶ εἴ πού τις ἐπιστῇ θήκῃ τοιαύτῃ καὶ τῆς ἐνεργείας εὐθέως ταύτης σαφῆ λαμβάνει τὴν αἴσθησιν. Ἡ γὰρ ὄψις τῆς λάρνακος εἰς τὴν ψυχὴν ἐμπίπτουσα καταπλήττει τε αὐτὴν καὶ διανίστησι καὶ ὡς αὐτοῦ τοῦ κειμένου συνευχομένου καὶ παρεστῶτος καὶ ὁρωμένου οὕτως αὐτὴν διακεῖσθαι ποιεῖ. Εἶτα προθυμίας πολλῆς ὁ τοῦτο παθὼν πληρωθεὶς καὶ ἕτερος ἀνθ' ἑτέρου γενόμενος οὕτως ἐκεῖθεν ἀνέρχεται.

Intertext edge

Open linked passage

Note