De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
68.1
Ὁ μὲν γὰρ Θεὸς αὐτὸ καλόν τε καὶ ἐπέραστον εἰργάσατο καὶ τῇ τῶν ὑδάτων ἀφθονίᾳ καὶ ὥρᾳ καὶ τῇ φύσει τῆς γῆς καὶ τῇ τῶν ὡρῶν εὐμοιρίᾳ οὐχ ἵνα ἁπλῶς ἀναπαυώμεθα ἀλλ' ἵνα καὶ ὑπὲρ τούτου τὸν ἀριστοτέχνην δοξάζωμεν· ὁ δὲ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς καὶ εἰς τοὐναντίον ἀεὶ καταχρώμενος ταῖς τοῦ Θεοῦ δωρεαῖς τῷ πλήθει τῶν διεφθαρμένων νέων καὶ ταῖς τῶν δαιμόνων οἰκήσεσι τὸ χωρίον προκαταλαβὼν ἐπεφήμισεν αὐτῷ τινα καὶ μῦθον αἰσχρὸν ὥστε ἀναθεῖναι διὰ τούτου τῷ δαίμονι τοῦ προαστείου τὴν χάριν. Ὁ δὲ μῦθος τοιοῦτος ἦν· Τὴν Δάφνην κόρην οὖσάν φησι καὶ θυγατέρα τοῦ Λάδωνος ποταμοῦ– καὶ γὰρ ποταμοὺς γεννῶντας εἰσάγειν καὶ τὰ γεννώμενα εἰς ἀναίσθητα μετα βάλλειν καὶ πολλὰ τοιαῦτα αὐτῷ τερατεύ εσθαι ἔθος ἀεὶ τοῖς πλανωμένοις– ταύτην οὖν κόρην εὔμορφον οὖσαν ἰδεῖν ποτε τὸν Ἀπόλλω φησὶ καὶ ἰδόντα παθεῖν τι πρὸς αὐ τὴν καὶ παθόντα διώκειν ὥστε ἑλεῖν. Τὴν δὲ φεύγειν καὶ φεύγουσαν ἐπιστῆναί τε τῷ προαστείῳ, καὶ τὴν μητέρα τὴν ὕβριν ἀμῦναι ταύτην αὐτῇ διαστῆναί τε γὰρ εὐθέως καὶ δέξασθαι τὴν παρθένον καὶ ἀντὶ τῆς παιδὸς ἀναδοῦναι φυτὸν ὁμώνυμον τῇ παιδί, τὸν δὲ ἀκόλαστον ἐραστὴν ἀποτυχόντα τῶν παιδικῶν περιπλακῆναί τε τῷ δένδρῳ καὶ οἰκειώσασθαι καὶ τὸ φυτὸν καὶ τὸν τόπον καὶ προσεδρεύειν τῷ χωρίῳ λοιπὸν καὶ τοῦτο πάσης τῆς γῆς μά λιστα ἀσπάζεσθαι καὶ φιλεῖν. Κελεῦσαί τε τὸν βασιλεύοντα τότε νεὼν αὐτῷ δείμασθαι καὶ βωμὸν ἵν' ἔχῃ παραμυθεῖσθαι διὰ τοῦ τόπου τὴν μανίαν ὁ δαίμων. Καὶ ὁ μὲν μῦθος οὗτος ἡ δὲ ἀπὸ τοῦ μύθου γινομένη βλάβη οὐκέτι μῦθος ἦν.