Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 69 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
69.1
Ἐπειδὴ γὰρ οἱ τῶν νέων ἀκόλαστοι φθάσαντες ὅπερ ἔφην ἐξύβρισαν τὸ τοῦ προαστείου κάλλος ἐπὶ κώμαις καὶ μέθαις τὰς ἐκεῖ ποιούμενοι διατριβάς, βουλόμενος τοῦτο ἐπιδοθῆναι τὸ κακὸν ὁ διάβολος τόν τε μῦθον ἔπλασε καὶ τὸν δαίμονα κατῴκι σεν ὡς καὶ ἀσελγείας καὶ ἀσεβείας ὑπέκκαυμα γενέσθαι μεῖζον τὴν ἱστορίαν ταύτην αὐτοῖς. Πρὸς δὴ τὴν λύσιν τῶν τοσούτων κακῶν εὗρε ταύτην τὴν σοφωτάτην μηχανὴν ὁ βασιλεὺς τὸ μετοικίσαι τε τὸν ἅγιον καὶ πέμψαι τὸν ἰατρὸν πρὸς τοὺς κάμνοντας. Διατάξει μὲν οὖν καὶ αὐθεντίᾳ βασιλικῇ τὴν εἰς τὸ προάστειον ἐγκόπτειν ὁδὸν τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἐδόκει τυραννίδος ἔργον εἶναι μᾶλλον καὶ ὠμότητος καὶ ἀγροικίας πολλῆς. Εἰ δὲ προσέθηκεν ὅτι" οἱ μὲν ἐπιεικέστεροι καὶ μετριώτεροι ἀναβαινέτωσαν οἱ δὲ ἀσελγεῖς καὶ ἀκόλαστοι κωλυέσθωσαν," ἄπορον ἦν τὸ ἐπίταγμα καὶ δίκας ἐχρῆν καθ' ἑκάστην γίνεσθαι τὴν ἡμέραν τῆς ἑκάστου κρινομένης ζωῆς. Μόνον δὲ τῶν τοσούτων δεινῶν διέξοδον ἀρίστην τὴν τοῦ μακαρίου γενέσθαι παρουσίαν· τήν τε γὰρ τοῦ δαίμονος διαλῦσαι δύναμιν καὶ τὴν νέων ἐπιστρέψαι διάχυσιν ἱκανὸν εἶναι τὸν μάρτυρα. Καὶ οὐκ ἐσφάλη τῆς ἐλπίδος.

Intertext edge

Open linked passage

Note