Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 72 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
72.1
Τῷ γοῦν χρόνῳ θεραπευόμενοι εἰς τοῦτο κατέστησαν ὡς μηκέτι τὴν τρυφὴν μόνον, ἀλλὰ καὶ τοῦ ἁγίου τὴν ἐπιθυμίαν τῆς ἐπὶ τὸ προάστειον ἀνόδου πρόφασιν γίνεσθαι τοῖς πολλοῖς. Μᾶλλον δὲ οἱ μὲν ἐπιεικέστεροι διὰ τοῦτο μόνον ἐκεῖσε ἔρχονται, οἱ δὲ ἐκείνων ἐλάττους δι' ἀμφότερα, οἱ δὲ ἔτι τούτων ἀτελέστερον διακείμενοι διὰ μόνην μὲν ἀναβαίνουσι τὴν τρυφήν. Ἐπειδὰν δὲ παραγένωνται καλέσας αὐτοὺς ὁ μάρτυς καὶ ἑστιάσας τοῖς αὐτοῦ καὶ καθοπλίσας καλῶς οὐδὲν ἀφίησι δεινὸν παθεῖν. Καὶ ἔστιν ὁμοίως θαυμαστὸν τὸ ἐκεῖ γινόμενον, σωφρονῆσαί τινα τῶν ἁβρῶν καὶ ῥαθύμων, οἷον ἐκ μέσης μανίας ἀνενεγκεῖν ἢ εἰς κάμινον ἐμπεσόντα μηδὲν ὑπὸ τοῦ πυρὸς παθεῖν. Τῆς γὰρ νεότητος καὶ τῆς τόλμης τῆς ἀλόγου καὶ τοῦ οἴνου καὶ τῆς πλησμονῆς φλογὸς χαλεπώτερον περιισταμένων τοὺς λογισμούς, ἡ παρὰ τοῦ μακαρίου δρόσος διὰ τῶν ὄψεων εἰς τὴν τῶν ὁρώντων καταβαίνουσα ψυχὴν τήν τε φλόγα ἐκοίμισε καὶ τὸν ἐμπρησμὸν ἔστησε καὶ πολλὴν τῆς διανοίας κατέσταξε τὴν εὐλάβειαν.

Intertext edge

Open linked passage

Note