De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
77.1
Ἐντεῦθεν μάγοι καὶ γόητες καὶ μάντεις καὶ οἰωνοσκόποι καὶ μηναγύρται καὶ πάσης ἐργαστήρια μαγγανείας πάντοθεν ἀπὸ τῆς οἰκουμένης συνέτρεχον καὶ ἦν ἰδεῖν τὰ βασίλεια ἀνδρῶν ἀτίμων καὶ φυγάδων πληρούμενα. Οἱ μὲν γὰρ ὑπὸ τοῦ λιμοῦ πάλαι διαφθειρόμενοι– οἱ δὲ ἐπὶ ταῖς φαρμακείαις καὶ ταῖς κακουργίαις ἑάλωσαν δεσμωτήριά τε οἰκοῦντες καὶ μέταλλα ἐργαζόμενοι– ἄλλοι δὲ ἐπιτηδευμάτων αἰσχρῶν μόλις δυνάμενοι διαζῆν ἱερεῖς καὶ ἱεροφάνται ἀναφανέντες ἐξαίφνης ἐν πολλῇ ἦσαν τῇ τιμῇ. Καὶ ὁ βασιλεὺς στρατηγοὺς μὲν καὶ ἄρχοντας παρεπέμπετο καὶ οὐδενὸς ἠξίου λόγου, ἄνδρας δὲ ἡταιρηκότας καὶ τὰς ἀπὸ τοῦ τέγους γυναῖκας ἀναστήσας ἀπὸ τῶν οἰκημάτων ἐν οἷς προεστήκεσαν μεθ' ἑαυτοῦ τὴν πόλιν ἅπασαν περιῆγε καὶ τοὺς στενωπούς. Καὶ ὁ μὲν ἵππος ὁ βασιλικὸς καὶ οἱ δορυφόροι πάντες ὄπισθεν ἐκ πολλοῦ τοῦ διαστήματος εἵποντο, πορνοβόσκοι δὲ ἄνδρες καὶ γυναῖκες προαγωγοὶ καὶ πᾶς ὁ τῶν ἡταιρηκότων χορὸς τὸν βασιλέα κυκλώσαντες εἶχον ἐν μέσῳ διὰ τῆς ἀγορᾶς βαδίζοντες καὶ τοιαῦτα φθεγγόμενοι καὶ οὕτως ἀνακακχάζοντες ὡς τοὺς ἐκ τῆς ἐργασίας ἐκείνης εἰκὸς ἦν.