Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 78 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1
Ταῦτα δὲ οἴδαμεν ὅτι τοῖς μεθ' ἡμᾶς γενησομένοις καὶ ἄπιστα εἶναι δόξει διὰ τὴν τῆς ἀτοπίας ὑπερβολήν. Οὐδὲ γὰρ ἂν ἰδιώτην τῶν εὐτελῶς καὶ αἰσχρῶς βεβιωκότων ἑλέσθαι τοιαῦτα δημοσίᾳ ἀσχημονεῖν. Ἀλλὰ πρὸς μὲν τοὺς ἔτι ζῶντας οὐδενὸς δέομαι λόγου· οἱ γὰρ παρόντες καὶ θεασάμενοι ταῦτα γινόμενα οὗτοι καὶ λεγόμενα ἀκούουσι νῦν. Διὰ γάρ τοι τοῦτο τῶν μαρτύρων ἔτι περιόντων γράφω ἵνα μή τίς με τὰ παλαιὰ διηγούμενον ἐν οὐκ εἰδόσι μετὰ πολλῆς ψεύδεσθαι τῆς ἐξουσίας νομίζοι. Τῶν γὰρ ταῦτα θεασαμένων ἔτι καὶ γέροντες καὶ νέοι περίεισιν οὓς ἀξιῶ πάντας εἴ τι παρ' ἐμοῦ προστέθειται προσιέναι καὶ διελέγχειν. Ἀλλὰ προστεθέντα μὲν οὐκ ἂν ἐλέγξαιεν ἐλλείποντα δὲ μόνον, οὐδὲ γὰρ οἷόν τε πᾶσαν αὐτοῦ τῷ λόγῳ παραστῆσαι τῆς ἀσχημοσύνης τὴν ὑπερβολήν. Πρὸς δὲ τοὺς μετὰ ταῦτα ἀπιστήσοντας ἐκεῖνο ἂν εἴποιμι ὅτι ὁ δαίμων ὁ παρ' ὑμῖν ὃν Ἀφροδίτην καλεῖτε οὐκ αἰσχύνεται τοιούτους ἔχων θεραπευτάς.

Intertext edge

Open linked passage

Note