De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1
Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν δείλαιον ἐκεῖνον τὸν ἅπαξ ἑαυτὸν ἐκδεδωκότα τῷ τῶν δαιμόνων γέλωτι μὴ ἐγκαλύπτεσθαι ἐφ' οἷς οἱ παρ' αὐτῷ θεραπευόμενοι σεμνύνονται θεοί. Τί ἄν τις λέγοι τὰς νεκυομαντείας, τὰς τῶν παίδων σφαγάς; Αἱ γὰρ θυσίαι ἐκεῖναι αἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τολμώμεναι μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ κατασταλεῖσαι ἐτολμῶντο πάλιν φανερῶς μὲν οὐκέτι εἰ γὰρ καὶ βασιλεὺς ἦν καὶ μετ' ἐξουσίας ἅπαντα ἔπραττεν ἀλλ' ὅμως ἡ τῆς τῶν δρωμένων ἀνοσιότητος ὑπερβολῆ τῆς ἐξουσίας τὸ μέγεθος ἤλεγχεν ἐτολμῶντο δ' οὖν ὅμως.