Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Τοσαύτῃ πρὸς τὸ ἡμέτερον ἀεὶ φιλανθρωπίᾳ κέχρηται γένος, καὶ ὧν οἱ δαίμονες τοὺς ἑαυτῶν φίλους εἰργάσαντο κακῶν μείζονα ὁ Θεὸς τοὺς ἐχθροὺς ἐποίησεν ἀγαθά. Οἱ μὲν γὰρ δαίμονες τοὺς θεραπεύοντας αὐτοὺς καὶ τιμῶντας τῶν οἰκείων παίδων γενέσθαι σφαγέας ἠνάγκασαν· ὁ δὲ Χριστὸς τοὺς ἀποστρεφομένους αὐτὸν τούτων τῶν ἐπιταγμάτων ἀπήλλαξε, καὶ τῆς θηριώδους λειτουργίας τὴν ἀτέλειαν καὶ τὴν θαυμαστὴν ταύτην εἰρήνην οὐκ εἰς τοὺς οἰκείους μόνους συνέκλεισεν ἀλλὰ καὶ εἰς τοὺς ἀλλοτρίους ἐξήγαγε, δεικνὺς ὅτι ἐκεῖνοι μὲν τύραννοί τινες καὶ τοῦ γένους ἡμῶν ἐχθροὶ καὶ λυμεῶνες εἰσι δι' ὃ καὶ τοῖς ᾠκειωμένοις ὡς ἀλλοτρίοις ἐκέχρηντο· καὶ γὰρ ἦσαν ἀλλότριοι. Ὁ δὲ βασιλεὺς καὶ δημιουργὸς καὶ σωτὴρ τοῦ παντὸς γένους ἀνθρώπων αὐτὸς ἦν διὸ καὶ τῶν ἠλλοτριωμένων ὡς ἰδίων ἐφείδετο.

Intertext edge

Open linked passage

Note