Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 80 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1
Οὗτος δὴ οὖν ὁ βασιλεὺς εἰς τὴν Δάφνην συνεχῶς ἀνιὼν μετὰ πολλῶν μὲν ἀναθημάτων μετὰ πολλῶν δὲ θυσιῶν καὶ χειμάρρους αἱμάτων ἐργαζόμενος ἀπὸ τῆς τῶν θρεμμάτων σφαγῆς ἐπέκειτο σφοδρῶς τὸν δαίμονα χρησμὸν ἀπαιτῶν καὶ ἀξιῶν ἀναιρεῖν ὑπὲρ τῶν κατὰ γνώμην αὐτῷ. Ὁ δὲ γενναῖος ἐκεῖνος, καὶ ψάμμου τε ἀριθμὸν εἰδὼς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνιεὶς καὶ οὐ λαλέοντος ἀκούων ὥς φησι τὸ μὲν εἰπεῖν διαρρήδην καὶ σαφῶς, ὅτι" διὰ τὸν ἅγιον Βαβύλαν καὶ τὴν ἐκ γειτόνων δύναμιν ἐπιστομισθεὶς οὐ δύναμαι φθέγγεσθαι," παρῃτήσατο δεδοικὼς μὴ γέλωτα παρὰ τοῖς θεραπευταῖς ὄφλῃ τοῖς ἑαυτοῦ, βουλόμενος δὲ συσκιάσαι τὴν ἧτταν εἶπε πρόφασιν τῆς σιγῆς ἢ μᾶλλον αὐτὸν καταγελαστότερον ἀπέφηνε τῆς σιγῆς. Ἐκείνῳ μὲν γὰρ ἂν τὴν ἀσθένειαν μόνον ἀπεκάλυψε τὴν ἑαυτοῦ νυνὶ δὲ καὶ τὴν ἀσθένειαν καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ἀναισχυντίαν ἔδειξε τὰ ἀσυσκίαστα συσκιάζειν ἐπιχειρῶν.

Intertext edge

Open linked passage

Note