De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
89.1
Οὐ γὰρ πρὸς ἄνδρας νοῦν ἔχοντας ὁ λόγος ἐστί σοι ἀλλὰ πρὸς θρέμματα καὶ θρεμμάτων ἀλογωτέρους. Οὐκ ἦσαν τῶν Ἑλλήνων σοφώτεροι τῶν ταῦτα ἀκουόντων καὶ οὐκ ἀφισταμένων τῆς ἀπάτης; Ἀλλὰ συνεώρων τὸ ψεῦδος; Οὐκοῦν ἐχρῆν τἀληθῆ πρὸς τὸν ἱερέα μόνον εἰπεῖν καὶ αὐτὸς ἂν εὗρέ σου μᾶλλον συσκιάσαι τὴν ἧτταν; Νῦν δὲ τίς σε ἔπεισεν, ἄθλιε, εἰς οὕτω φανερὰν σαυτὸν ἀναισχυντίαν ἐμβαλεῖν; Ἀλλὰ τάχα σὺ μὲν οὐδὲν ἥμαρτες, ὁ δὲ βασιλεὺς κακῶς ὑπεκρίνατο ἀδιορίστως μὲν περὶ τῶν νεκρῶν ἀκούσας ἐπὶ δὲ τὸν ἅγιον μόνον ἐλθών· ἐκεῖνός σε διήλεγξε καὶ τὴν ἀπάτην ἐγύμνωσεν. Ἀλλ' οὐδὲ ἐκεῖνος ἑκών. Οὐ γὰρ ἦν τοῦ αὐτοῦ τοσούτοις τε ἀναθήμασι τιμᾶν καὶ πάλιν ὑβρίζειν τὸν αὐτόν, ἀλλὰ πάντας ὁμοῦ τοῦ μάρτυρος ἐσκότωσεν ἡ δύναμις καὶ οὐκ ἀφῆκε συνιδεῖν τὰ γινόμενα, ἀλλ' ἐπράττετο μὲν ἅπαντα ὡς κατὰ Χριστιανῶν περιετρέπετο δὲ οὐκ εἰς τοὺς πάσχοντας ἀλλ' εἰς τοὺς δρῶντας ὁ γέλως. Οὕτω που καὶ οἱ μαινόμενοι δοκοῦσι μὲν ἀεὶ τοὺς πλησίον ἀμύνεσθαι τοὺς τοίχους λακτίζοντες καὶ ῥητὰ καὶ ἄρρητα τοὺς παρόντας λέγοντες κακά, αἰσχύνουσι δὲ δι' ὧν ποιοῦσιν οὐκ ἐκείνους ἀλλ' ἑαυτούς. ὃ δὴ τότε ἐγένετο.