De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Καὶ γὰρ ἦν ἴδιον ἔργον αὐτοῦ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις καθὼς καὶ ὁ μαθητὴς αὐτοῦ φησιν·" Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο." Ἀλλὰ πᾶσαν μὲν αὐτοῦ καταλέγειν τὴν φιλανθρωπίαν οὐ τοῦ παρόντος καιροῦ– ἀλλὰ κἂν πάντας τοὺς αἰῶνας περὶ αὐτῆς φθέγγηταί τις, κἂν τοσαύτην ἔχῃ δύναμιν ὅσην τὰς ἀσωμάτους δυνάμεις εἰκὸς οὐδὲ οὕτως ἐφάψεται τῆς ἀξίας ποτέ. Ὅσον γάρ ἐστιν ἀγαθὸς μόνος οἶδεν αὐτὸς ἐπειδὴ καὶ μόνος ἐστὶν οὕτως ἀγαθός. Ὅρα γοῦν οἷα τοῖς μαθηταῖς φησιν·" Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει." Οὐδὲ γὰρ ἂν τοσαύτης αὐτοῖς μετέδωκε τῆς τιμῆς μὴ λίαν καὶ ἀπείρως ὢν ἀγαθός.