Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 91 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
91.1
Ὅτι γὰρ μείζονα τοῦ προτέρου φόβον τούτοις τοῖς δευτέροις εἰργάσατο δῆλον ἐκεῖθεν. Ἐκεῖνος μὲν γὰρ αὐτὸν λαβὼν καὶ ἔδησε καὶ ἀνεῖλεν οὗτοι δὲ μόνον μετέθηκαν. Διὰ τί γὰρ μὴ καταποντίσαι τὴν λάρνακα μήτε ἐκεῖνος ἐκέλευσε μήτε οὗτος ἐθέλησε; Διὰ τί μὴ συνέτριψε καὶ κατέκαυσε; Διὰ τί μὴ εἰς ἔρημον καὶ ἀοίκητον αὐτὴν ἀπενεχθῆναι προσέταξεν; Εἰ γὰρ ἄγος ἦν καὶ μίασμα– καὶ βδελυττόμενος ἀλλὰ μὴ δεδοικὼς ἐκεῖθεν αὐτὴν ἐκίνησεν– οὐκ εἰς τὴν πόλιν ἐχρῆν τὸ ἄγος εἰσάγειν ἀλλ' ἀποικίζειν εἰς ὄρη καὶ νάπας. Ἀλλ' ᾔδει καὶ αὐτοῦ τοῦ Ἀπόλλωνος οὐχ ἧττον ὁ δείλαιος τοῦ μακαρίου τὴν ἰσχὺν καὶ τὴν παρρησίαν τὴν πρὸς τὸν Θεὸν καὶ ἔδεισε μὴ τοῦτο ἐργασάμενος σκηπτὸν ἤ τινα νόσον ἑτέραν ἐφ' ἑαυτὸν προκαλέσηται.

Intertext edge

Open linked passage

Note