De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
94.1
Καὶ εἴ τις ἐπισταίη τῷ τόπῳ νῦν οὐκ ἂν εἴποι πυρὸς εἶναι ἔργον τὸ γεγονός. Οὐδὲ γὰρ ἄτακτος οὐδὲ ὡς ἐξ ὕλης ἀψύχου γέγονεν ἡ πυρπόλησις ἀλλ' ὥσπερ τινὸς χειρὸς περιαγούσης τὸ πῦρ καὶ δεικνυούσης τίνων μὲν φείσασθαι τίνα δὲ ἀναλῶσαι ἐχρῆν οὕτως εὐρύθμως καὶ τεχνικῶς ὁ ναὸς ἐκκεκάλυπται. Καὶ οὐ τοῖς ἐμπεπρησμένοις ἁπλῶς ἀλλὰ τοῖς ἀρτίους μὲν ἔχουσι περιβόλους στέγης δὲ δεομένοις μόνης προσέοικεν· τά τε γὰρ ἄλλα καὶ οἱ κίονες οἵ τε τὸν ὄροφον ἀνέχοντες οἵ τε τὰ πρόπυλα ἅπαντες ἑστήκασι πλὴν τοῦ περὶ τὸν ὄπισθεν δόμον ἑνός, καὶ οὗτος δὲ οὐχ ἁπλῶς ἀφέθη διακλασθῆναι τότε ἀλλὰ δι' αἰτίαν ἢν μετὰ ταῦτα ἐροῦμεν.