De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Τί ἐστιν τὸ καταπέτασμα; οἷον ἐὰν εἴπωμεν ἡμεῖς βῆλον· δεῖ γὰρ ταύτῃ τῇ συνήθῃ χρήσασθαι φωνῇ ἐξ ἧς πάντες καταλαμβάνουσιν τί καταπέτασμα ἦν, οὐκ ἐπειδὴ δύσκολον ἑρμηνεύω ἀλλ' ἐπὶ πολλοῖς ἀκατάληπτον. Καταπέτασμα πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ 5ϊ5ακίνθου κατεσκευασμένον ὕφος. Ὅτε οὖν ὁ σταυρὸς ἐπείγνυτο, λέγει, τὸ καταπέτασμα ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· αἱ πέτραι ἐσχίσθησαν, ἡ γῆ ἐσαλεύθη, οἱ τάφοι ἠνεώχθησαν.