Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De cruce et latrone
John ChrysostomLatr 12 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Σχίζεται τὸ ἀμφίθυρον ἐπειδὴ βασιλέως οὐκ ὄντος καὶ ἄρχοντος ἐν οἰκείᾳ, πάντως τὸ καταπέτασμα μηνύει τὴν ἐξουσίαν. Μετὰ δὲ τὴν ὕβριν τοῦ ὑψίστου Θεοῦ, ὁ Θεὸς ὁ ἐνοικῶν ἐν τῷ ναῷ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐξῆλθεν τοῦ ναοῦ καταλιπὼν τὸν οἶκον ἔρημον· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». Ἐξελθόντος τοῦ βασιλέως τῆς δόξης ἐρράγη τὰ σύμβολα τῆς βασιλείας· ἐρράγησαν οἱ τάφοι· οὐδέπω κατῆλθεν εἰς ᾅδου διορθωσάμενος τὰ πράγματα καὶ οὐκ ἤνεγκεν ἡ γῆ τοῦ δεσπότου τὴν παρουσίαν· ἐρράγησαν οἱ πόταμοι μὴ ἐνεγκόντες τὸν ἄνωθεν πρὸς αὐτοὺς κατελθόντα, ἐρράγησαν οἱ τάφοι καὶ ἀνέδωκαν ἀνθρώπους καὶ εἰσῆλθον εἰς τὴν πόλιν τὴν ἁγίαν ἵνα ἀποφάσιστον καταλίπωσιν τὴν δίκην.

Intertext edge

Open linked passage

Note