De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Συσταυροῦσι δὲ αὐτῷ καὶ λῃστὰς, οὐ λῃστὰς μισοῦντες, λῃστῶν γὰρ ἦσαν κοινωνοί, ἀλλὰ τῇ κοινωνίᾳ τῶν λῃστῶν τὸν δεσπότην ὑβρίζοντες καὶ ἵνα ἴδωσιν οἱ παρόντες ὅτι δι' ἔγκλημα κακίας κρίνεται· «Μετὰ λῃστῶν, φησίν, σταυρώσωμεν τὸν ὅμοια λῃστῶν δράσαντα». Ἀλλ' οὐκ ἐσιώπησεν Ἡσαίας τὴν δραματουργίαν, ἀλλὰ τὸ ἄνισον τοῦ πάθους θεασάμενος ἐπὶ τοῦ δικαίου καὶ τῶν ἀδίκων ἔλεγεν· «Ὑπὲρ τῶν ἁμαρτησάντων τοῦ λαοῦ ἦλθεν εἰς θάνατον καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη» τουτέστιν λῃσταῖς. Οὐ γὰρ λῃστὰς ἐμίσουν Ἰουδαῖοι, ἀλλ' ἠθέλησαν τῇ κοινωνίᾳ τῶν λῃστῶν ὑβρίσαι τὸ πάθος τοῦ Χριστοῦ.