De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Εἴπωμεν καὶ ἡμεῖς τὴν αὐτὴν φωνὴν, μὴ ἀπὸ τῆς αὐτῆς γνώμης· «Τὸ αἷμα Χριστοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν», ἐκείνοις εἰς κατάκρισιν ἡμῖν εἰς δικαιοσύνην. Οὐ γάρ ἐστι τὸ αἷμα Χριστοῦ χεῖρον τῆς Βαβυλωνίας καμίνου· ἡ κάμινος Βαβυλῶνος ἐτίμησε τοὺς ἁγίους καὶ ἀνάλωσεν τοὺς Χαλδαίους. Τὸ αἷμα τὸ τίμιον οἶδεν ἀπολέσαι μὲν τοὺς ἀπίστους, σῶσαι δὲ τοὺς πιστεύοντας. 18 Πρέπει τῷ σταυρῷ τὸ φῶς. Οὗτος γὰρ μόνος διέλυσε τὸ σκότος τῶν δαιμόνων. Εἰ μὴ σταυρός, δαίμονας ἂν προσεκυνοῦμεν. Σταυρὸς καθῆλε τὴν πλάνην, σταυρὸς ἤνθησεν τὴν ἁγιωσύνην, σταυρὸς ἤνεγκεν ἀκτῖνα δικαιοσύνης. Πάντα ἡμῖν ἀπὸ σταυροῦ, ἡμεῖς δὲ τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.