Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De cruce et latrone
John ChrysostomLatr 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Σήμερον παρὰ Ἰουδαίοις γῆ ἐσαλεύσατο, παρ' ἡμῖν δὲ ἡ οἰκουμένη στηρίζεται, σήμερον ἡ θεομάχος τόλμα τῶν Ἰουδαίων πέτρας ἔσχισεν, σήμερον ἡ φιλόθεος εὐσέβεια τὴν οἰκουμένην ἥνωσεν. Ἔπρεπεν γὰρ τὰ μὲν τῆς εὐσεβείας συναφθῆναι, τὰ δὲ τῆς ἀσεβείας σχισθῆναι, καθὼς ὁ Δαβὶδ λέγει· «Διεσχίσθησαν καὶ οὐ κατηνύγησαν». Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης σκότος εἰργάσατο· οὐ γὰρ ἤνεγκεν τὸ ποίημα τὴν ὕβριν τοῦ ποιήσαντος. Συνέστειλε γὰρ τὰς ἀκτῖνας ἵνα ἐπόπτης μὴ γένηται τοῦ θεομάχου μίσους, οὐκ ἐπειδὴ τῆς θεότητος ὕβρις ἥπτετο, ἀλλ' ἐπειδὴ παρὰ τῶν τολμησάντων τὸ γινόμενον εἰς ὕβριν ἐγίνετο.

Intertext edge

Open linked passage

Note