De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος τὴν ἀκτῖνα μετεποίησεν· σήμερον ἡ χάρις παρ' ἡμῖν τὴν νύκτα εἰς ἡμέραν ποιεῖ. Φίλον γὰρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς ἀπολαύειν, τῇ δὲ ἀσεβείᾳ καὶ ἐν φωτὶ σκότους ἀναπληροῦσθαι. Τοῖς πιστοῖς καὶ ἡ νὺξ εἰς ἡμέραν λογίζεται, τοῖς δὲ ἀπίστοις καὶ ἡ ἡμέρα μεταποιεῖται εἰς νύκτα. Διὰ τοῦτο περὶ μὲν τῶν πιστῶν ἡ γραφὴ διαλεγομένη φησί· «Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται». Τῷ οὖν πιστῷ καὶ ἡ νὺξ εἰς ἡμέραν μεταβάλλεται, τῷ δὲ ἀπίστῳ καὶ ἡ ἡμέρα εἰς νύκτα μετατίθεται, καθὼς βοᾷ ὁ προφήτης λέγων· «Ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ περιπατήσουσιν ἐν ἡμέρᾳ ὡς ἐν μεσονυκτίῳ».