De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Σήμερον ἀδελφοὶ Ἀδὰμ ἐξεβλήθη τοῦ παραδείσου διὰ τὴν παρακοήν, σήμερον πάλιν εἰσάγεται εἰς τὸν παράδεισον. Καὶ μαρτὺς ὁ λῃστής. Ἐξῆλθεν κλέπτης καὶ εἰσῆλθεν κλέπτης, ἐξῆλθεν ὁ κλέψας παρὰ τὸ βούλημα τῆς ἐντολῆς καὶ εἰσῆλθεν ὁ κλέψας ἀπὸ τοῦ σταυροῦ τὴν σωτηρίαν. Οἶδα καὶ πρώην εἰρηκὼς περὶ τοῦ λῃστοῦ, ἀλλ' ἔχει διαφόρους ἱστορίας ὁ τοῦ σταυροῦ λόγος. Ἐκεῖνος ὁ λῃστὴς διὰ ξύλου θανατοῦται, οὗτος ὁ λῃστὴς ἀπὸ ξύλου τρυγᾷ τὴν σωτηρίαν. Οὐκ ἤρκει αὐτῷ τὰ ἐπίγεια ἀλλὰ καὶ τὰ ἐπουράνια ἐσύλησεν, οὐ περιγράφων τῇ δυνάμει, ἀλλὰ νικῶν τῇ πίστει. Αὕτη γάρ ἐστιν φωνὴ τοῦ δεσπότου λέγοντος· «Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιάσται ἁρπάζουσιν αὐτήν».