Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De cruce et latrone
John ChrysostomLatr 7 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἐνταῦθα πρόσεχε ἀκριβῶς καὶ τὴν παλαιὰν ἐρευνήσας γραφὴν πᾶσαν καὶ τὴν νέαν· εὑρήσεις ὅτι οὐδεὶς φαίνεται τῶν δικαίων πρὸ τοῦ λῃστοῦ διὰ φωνῆς τὴν ἐπαγγελίαν δεξάμενος, οὐκ Ἀβραάμ, οὐ Μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀπόστολοι, ἀλλὰ πρὸ πάντων ὁ λῃστὴς ἀκούει· «Ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». Ἐκάλεσεν ὁ Θεὸς τὸν Ἀβραὰμ λέγων· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου» καὶ οὐκ εἶπεν· ἵνα κληρονομήσῃς παράδεισον, ἀλλὰ «δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Μωϋσῇ τὸν νόμον δέδωκεν ὁ Θεὸς καὶ καρπὸν ἐντολῶν ἐπαγγέλλεται τὰ ἐπὶ γῆς ἀγαθά· «Ἐὰν φυλάξῃς τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου». Οὐδαμοῦ ἐπαγγελία παραδείσου πρὸ τοῦ λῃστοῦ.

Intertext edge

Open linked passage

Note